Ancient Greek
SB 18 13950
Documentary Papyri, SB 18 13950
Not analysed yet
τῷ θαυμασιωτάτῳ Ἀπολλῷ προνοητῇ· τὸ ἓν ὁλοκόττινον ὃ ἔλαβες παρὰ Φοιβάμμωνος ἀπὸ Κλεοδώρου ἀνάδος αὐτῷ ἵνα ἀγοράσῃ ἑαυτῷ βοίδιον καὶ ἐργάσῃ λόγῳ ὑποχρείου. σὺ γὰρ ἐμαρτύρησας ὅτι χρείαν ἔχει. μὴ ἐμποδίσῃς οὖν αὐτὸν, ἀλλὰ καὶ εἰς τὴν ἄλλην καταβολήν μὴ ἀπαιτήσῃς αὐτὸν τὸ ἄλλο ἓν νόμισμα. ἔρρωσο.