Ancient Greek
SB 18 13995
Documentary Papyri, SB 18 13995
Not analysed yet
Μύσθης Ἰσίωνος καὶ Εὐδαίμων Ζωίλου οἱ δύο ὁμολογοῦμεν διῃρῆσθαι πρὸς ἑαυτοὺς τὴν γεωργίαν ὧν κοινῶς γεωργοῦμεν περὶ Θεαδέλφειαν καὶ Πολυδεύκειαν ἐπὶ τὸ αὐτὸ βασιλικῆς γῆς ἀρουρῶν δεκαοκτὼ ἐφʼ ὃν χρόνον μενεῖ τὸ πεδίον τῆς κώμης ἀδιαίρετον ἀπὸ τοῦ εἰσιόντος πέμπτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ ἐπανῃρῆσθαι ἐμὲ μὲν τὸν Μύσθην εἰς τὸ ἐπιβάλλον μοι μέρος περὶ μὲν Θεαδέλφειαν ἀρούρας ἓξ ἥμισυ τέταρτον ἐν δυσὶ σφραγῖσι συνεχέσι ἀλλήλαις πρὸς τῷ ἐμβλήματι Ὀκτωαρούρῳ λεγομένῳ, μίαν μὲν ἀρουρῶν τριῶν τετάρτου ἐκ τοῦ πρὸς νότου μέρος, τὴν δὲ ἄλλην τῶν λοιπῶν ἀρουρῶν τριῶν ἡμίσους ἐν τῷ Πεντεαρούρῳ λεγομένῳ ἐν περιχώμασι δυσὶ καὶ ἡμίσει ὄγμῳ ἐκ τοῦ πρὸς βορρᾶ μέρους, καὶ περὶ Πολυδεύκειαν ἀρούρας δύο τέταρτον ἀπὸ ἀρουρῶν τεσσάρων ἡμίσους πρωτοϋδρούσας τὸν δὲ Εὐδαίμονα καὶ αὐτὸν ἐπανῃρῆσθαι εἰς τὸ καὶ αὐτῷ ἐπιβάλλον μέρος περὶ μὲν Θεαδέλφειαν …Εὐδαίμων Ζωίλου ἐπανῄρημαι καθὼς πρόκιται. δ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, …