Ancient Greek
SB 18 13997
Documentary Papyri, SB 18 13997
Not analysed yet
……ἐπὶ τῷ με ποιήσασθαι τὴν ἀμπελουργικὴν ἐργασίαν ἀκαταγνώστως καὶ ἀπεριφρονήτως, καὶ ἐκ τῆς ῥύσεως τοῦ οἴνου ἐνιαυσίως διαφέρειν σοι μέρη τρία καὶ ἐμοὶ μέρος ἓν ἑκάστου παρέχοντος τὰ κοῦφα τοῦ ἰδίου μέρους. ἔσχον δὲ εἰς ἀπεργασίαν ξοίδα μίαν . δώσω δέ σοι λόγῳ συνηθείας τῷ καιρῷ τῆς τρύγης οἴνου μούστου κοῦρι δύο καὶ κόσκινον ἐξηρτισμένον ἓν καὶ ψωμία ζεύγη δεκαπέντε ,καὶ εἰ δὲ καταγνωσθῶ εἰς κλοπὴν μίαν ,ἐξουσίαν σε ἔχειν ἀποβαλέσθαι με δίχα γεωργικῆς μοίρας, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαναμοῦν υἱὸς Μηνᾶ στοιχεῖ μοι ὡς πρόκειται di emu Cosma …μίσθωσις γενομένη ὑπὸ Αὐρηλίου Φαναμοῦν υἱοῦ Μηνᾶ εἰς Αὐρήλιον Ἀνδρέαν γραμματέα