Ancient Greek
SB 1 4774
Documentary Papyri, SB 18 14000
Not analysed yet
……χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι ἐν πεδίῳ τοῦ ἐποικίου …λ…κασις ἀμπέλου περιπεπλαστευμένης καὶ περιτετειχισμένης ἀρούρας ὅσας ἐὰν ὦσιν, ἀμπέλου ἀρούρας ὅσας ἐὰν ὦσιν, μετὰ παντὸς αὐτῶν τοῦ δικαίου, ἐφʼ ὅσον χρόνον βούλει, πρὸς τό με ἐργάσασθαι εἰς τὴν αὐτὴν ἄμπελον ἀπεριφρονήτως καὶ ἀκαταγνώστως καὶ σκάψαι τὴν γῆν αὐτῆς δεύτερον τοῦ ἐνιαυτοῦ, δεχόμενος παρὰ σοῦ τὴν ἐμὴν ἐξ αὐτῆς γεωργίαν πρὸς τὸ ἔθος, ποιεῖσθαι δέ με τὴν φιλοκαλίαν καὶ ἀνώρυξιν τῶν ταύτης διωρύγων. ἐντεῦθεν ἤδη ἔσχον παρὰ σοῦ εἰς ἀπεργασίαν ξοίδας δύο . εἰ δὲ περιφρονήσω τὴν ἀπεργασίαν τῆς αὐτῆς ἀμπέλου ἢ καταγνωσθῶ εἰς κλοπὴν τοῦ καρποῦ αὐτῶν καὶ φθάσω τὸν καιρὸν τῆς τρύγης, …