Ancient Greek
SB 18 14041
Documentary Papyri, SB 18 14041
Not analysed yet
Νικάνωρ Πύθωνι χαίρειν. διάγραψον ἐκ τοῦ βασιλικοῦ Πτολεμαίωι καὶ Σπινθῆρι κατὰ τὸ παρὰ …τοῦ πρὸς τῶι ἐλαιουργίωι σύμβολον τιμὴν ἀρταβῶν σησάμου σκληροῦ ἃς μεμέτρηκεν ἀπὸ τῶν γενημάτων τοῦ ι ἔτους ἐκ βασιλικῆς γῆς περὶ Ἀνουβιάδα τῆς Θεμίστου μερίδος Χοιὰχ α ἀρτάβας δ 𐅵ἀνὰ ιβ χαλκοῦ νδ. ἀπὸ δὲ τούτων ὑπολογήσας ἃ δεῖ, διάγραψον βασιλεῖ εἰς τὸν τῆς ἐλαικῆς λόγον τὸ δοθὲν εἰς φόρετρον ἕως τοῦ ἐν Κροκοδίλων πόλει θησαυροῦ χαλ… τὰς δὲ λοιπὰς χαλκοῦ νγ πεντώβολον