Ancient Greek
SB 18 14052
Documentary Papyri, SB 18 14052
Not analysed yet
Αὐρηλία Ἑλένη Αὐρηλίῳ Τ…ρυ…νει τῷ ἀδελφῷ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ πρὸς τοῖς πατρῴοις θεοῖς καθὼς ἐνέτειλάς μοι. περὶ τῆς θυγατρὸς ἀμέριμνος γενοῦ. μὴ ἀμελήσῃς περὶ ὧν σοι ἐνετειλάμην. ἐὰν μαθῇς ὅτι δυνατὸν ἀγοράσαι ἄλλην μνᾶν ὡς τὰ ἄλλα, ἀγόρασον. ὡς ἐλθ…. ἐὰν θέλῃς τι παρʼ ἡμῶν, γράψον μοι. ἀσπάζομαι …καὶ Ἑλένην καὶ τὰ τέκνα αὐτῆς καὶ τοὺς ἡμετέρους πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι.