Ancient Greek
SB 14 11981
Documentary Papyri, SB 18 14057
Not analysed yet
Κλαύδιος Μακαρεὺς ἐπίτροπος Καλπουρνίου Ῥηγιννιανοῦ ὑπατικοῦ Ῥηγιννιανῷ πραγματευτῇ τοῦ αὐτοῦ χαίρειν. …ἐπεστάλκειν σοι περὶ τῆς γεωργουμένης γῆς ὑπὸ τοῦ ἀγαθοῦ Θέωνος, ἐπειδὴ καὶ …ἠθέλησεν γράμματα πρὸς σὲ λαβεῖν. καὶ νῦν γράφω σοι ἵνα συντηρήσῃς αὐτὸν μένοντα ὅροις οἷς ὑπόγυον ἔστησας πρὸς αὐτόν. ἐρρῶσθαί σε εὔχομαι τιμιώτατε. ἔτους …Χοιάκ Ῥηγιννιανῷ παρὰ Κλαυδίου Μακαρεῦτος.