Ancient Greek
SB 20 14086
Documentary Papyri, SB 20 14086
Not analysed yet
……ἐπιστάτῃ φυλακιτῶν παρὰ …ου. τῇ α τῶν ἐπαγομένων τοῦ. ἐνεστῶτος …ἔτους Καίσαρος ἀναλύοντός μου ὀψίτερον τῆς ὥρας καὶ γενομένου πλησίον τοῦ αρ…ενωι εἶχον ἐν ταῖς ἀγκάλαις …αιδιως ε…ν μοι ποησάμενος Ἡλιόδωρος μὲν σὺν ἑτέροις ὧν τὰ ὀνόματα ἀγνοῶ ἔδωκάν μοι πληγὰς πλείους εἰς τὰ παρατυχόντα τοῦ σώματος μέρη καταλαβόντες καὶ τὸ δεξιὸν μῆλον ὥστε ἔμμοτον τραυματίζεσθαι, ἕτερος δʼ ἐξ αὐτῶν Μένυλλος ἐκκλάσας τὸν δεξιόν μου ἀντίχερα ἀφήρπασεν τὸν αὐτὸν Ἡλιόδωρον. ἀξιῶ συντάξαι καταστῆσαι αὐτοὺς ἐπὶ σὲ ὅπως ἐγὼ μὲν τύχω …