Ancient Greek
SB 20 14096
Documentary Papyri, SB 20 14096
Not analysed yet
β…λ πλ ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Μεχείρ κϛ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Σαραποῦς Σαραπίωνος τοῦ Θοώνιος μητρὸς Σινθεῦτος τῆς Ὀννώφριος μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνεψιοῦ Ἀπολλωνίου τοῦ Ἀπολλωνίου τοῦ Πεκύσιος μητρὸς …σιμειτος τῆς Θοώνιος Ἀδράστωι Ἀδράστου τοῦ Ἡρακλήου μητρὸς Ταναροοῦτος τῆς Ὥρου, πάντες τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, ἐν ἀγυιᾷ, ἀπέχειν παρʼ αὐτοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς πεντακοσίας κεφαλαίου ἃς ἐδάνεισεν αὐτῶι κατὰ συγγραφὴν γεγονυῖαν διὰ τοῦ ἐν τῇ αὐτῇ πόλει μνημονείου τῷ Νέωι Σεβαστῶι μηνὶ τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ ἣν καὶ αὐτόθεν ἀναδέδωκεν αὐτῷ κεχιασμένην εἰς ἀκύρωσιν καὶ μηδὲν ἐγκαλεῖν μηδʼ ἐγκαλέσειν μηδʼ ἐπελεύσεσθαι Σαραποῦν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς τῷ Ἀδράστωι μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ μηδενὸς …