Ancient Greek
SB 20 14106
Documentary Papyri, SB 20 14106
Not analysed yet
Ἀφι…σι δὲ καὶ τοὺς ὀφείλοντας στρατιώτας τούς τε πεζοὺς καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ ἀναδεδομένων …αὐτοῖς τιμῆς κ…ων καὶ ὅπλων τῶν ἄλλων τὰ λοιπὰ τῆς τιμῆς ἕως τοῦ κ ἔτους …ς τὴν χώραν δεκαρούρους καὶ ἑπταρούρους καὶ τοὺς ……τοὺς φερομένους ἐν τῆι συντάξει καὶ τοὺς ναυκληρομαχίμους καὶ …τοὺς ἐκ τοῦ ποταμοῦ στόλου κρατεῖν ὧν κατεσχήκασι …κλήρων ἕως τῆς προκειμένης ἡμέρας ἀνυπευθύνους. Ἀφι…σι δὲ πάντας καὶ τοῦ ὀφειλομένου λειτουργικοῦ ἕως τοῦ κ ἔτους. προστεταχ- δὲ καὶ τοὺς …κεκληρουχημένους πάντας καὶ τοὺς τὴν ἱερὰν γῆν …τὴν ἐν ἀφέσει γῆν ἔχοντας καὶ ἐπιβεβηκότας ἐπὶ τὴν βασιλικὴν καὶ τοὺς ἄλλους τοὺς πλείονα γῆν ἔχοντας τῆς καθηκούσης …ἀποβάντας ὧν ἔχουσι πλεονασμάτων καὶ προσαγγείλαντας ἑαυτοὺς …τῶν ἐκφορίων τῶν ἕως τοῦ κ ἔτους …κρατεῖν κυρίως. …καὶ τῶν ἄλλων τῶν ὑποτεταγμένων …τὴν ἐν ἀρετῆι …κειμένην βασιλικὴν γῆν προαιρεῖσθαι …ἐγλογῆι μηδὲ κώμας σκεπάζειν. …ἔχοντας μέρος πρὸς τὰς ἐν ἐνίοις