Ancient Greek
SB 20 14132
Documentary Papyri, SB 20 14132
Not analysed yet
Πτολέμα Βελληοῦτι τῇ μητρὶ καὶ κυρίᾳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ Ἡρῶτος καὶ …ατοσιος ἀν…αγ…ιαω …ηκι… καὶ ἀγω…ω πολλὰ πολλά. οὐκ ἤθελον γὰρ μεῖναι ἕως ἔλθῃς, ὅτι οὐδένα ἔχω ἐνθάδε. ἀπέσταλκα σφυρίδιον ἕν, ὅπου ἦν πέντε ζεύγη ἄρτων. οἶδες, κυρία μου, ὅτι οὐδὲν ἔχω ἄρτι. ἐὰν κἀγὼ γα…ήσω ἀποδώσω σοι τὰς χάριτας. ἀσπάζομαι Νεμεσσᾶν καὶ Κοττάραν. Πτολέμα Ἡρῶτι τῇ ἀδελφῇ χαίρειν. λυποῦμαι, ἀδελφή, ὅτι οὐχ ἑώρακά σε ὑπάγουσα εἰς Ἀλεξάνδρειαν. ἕως ἄρτι οὐδὲν ἔχω. μετάπεμψαι ἃ ἀπέσταλκά σοι σανδάλιον καὶ πέντε ζεύγη ἄρτων. δέξαι ταῦτα παρὰ Τροφίμου. ἀσπάζου τὴν γαμβράν σου καὶ τὸν ἄνδρα σου καὶ τὸν γαμβρόν σου. ἔρρωσο. Ἐπεὶφ ϛ.