Ancient Greek
SB 20 14143
Documentary Papyri, SB 20 14143
Not analysed yet
ἔτους κα Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι δ ἀριθμήσεως Θώθ. διέγραψεν Ἡρακ Ἡρακ τοῦ Μάρωνος μητρὸς Σοηροῦτος ὑπὲρ λαογραφίας πρώτου καὶ εἰκοστοῦ ἔτους Συριακῆς δραχμὰς τεσσαράκοντα, γίνονται μ, προσδιαγραφόμενα χαλκοῦ ὀβολοὺς εἴκοσι .