Ancient Greek
SB 20 14155
Documentary Papyri, SB 20 14155
Not analysed yet
Δαμαρίωνι στρατηγῶι Ἑρμοπολείτου Ἀντώνιος Ἰουστεῖνος δουπλικάριος, διαπεμφθεὶς ὑπὸ Οὐαλερίου Φροντείνου ἐπάρχου τῆς ἐν Κόπτῳ εἴλης Ἡρακλειανῆς, μεμέτρημαι παρὰ πρεσβυτέρων κώμης Σινπετήσεως τοῦ Πατρὴ Ἄνω τοῦ ἐνεστῶτος κε ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὰς ἐπιβληθείσας τῇ κώμῃ αὐτῶν ἀπὸ τῶν κελευσθεισῶν ἀπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Λογγαίου Ῥούφου συνωνηθῆναι ἀπὸ γενήματος τοῦ διεληλυθότος κδ ἔτους κριθῆς ἀρταβῶν μυριάδων δύο εἰς χρείας τῆς προκειμένης εἴλης κριθῆς μέτρῳ δημοσίῳ δοχικῷ μετρήσει τῇ κελευσθείσῃ ἀρτάβας …ντα γίνονται κριθῆς ἀρτάβαι …ἀκολούθως τῷ γενομένῳ ἐπιμερισμῷ ὑπὸ τῶν τοῦ νομοῦ πραγματικῶν· τὴν δὲ ἀποχὴν ταύτην τετρασσὴν ἐξεδόμην. ἔτους κε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Βρεταννικοῦ μεγίστου …Ἀντώνιος Ἰουστεῖνος δουπλικάριος μεμέτρημαι τὰς τῆς κριθῆς ἀρτάβας …ὡς πρόκειται …