Ancient Greek
SB 20 14157
Documentary Papyri, SB 20 14157
Not analysed yet
Δαμαρίωνι στρατηγῶι Ἑρμοπολίτου Ἀντώνιος Ἰουστεῖνος δουπλικάριος διαπεμφθεὶς ὑπὸ Οὐαλερίου Φροντείνου ἐπάρχου τῆς ἐν Κόπτῳ εἴλης Ἡρακλιανῆς, μεμέτρημαι παρὰ πρεσβυτέρων κώμης Μαγδώλων Πετεχῶντος τοῦ Κουσσείτου Ἄνω τοῦ ἐνεστῶτος κε ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὰς ἐπιβληθείσας αὐτοῖς ἀπὸ τῶν κελευσθεισῶν ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Λογγαίου Ῥούφου συνωνηθῆναι ἀπὸ γενήματος τοῦ κδ ἔτους κριθῆς ἀρταβῶν μυριάδων δύο εἰς χρείας τῆς αὐτῆς εἴλης κριθῆς μέτρῳ δημοσίῳ δοχικῷ μετρήσει τῇ κελευσθείσῃ ἀρτάβας …γίνονται κριθῆς ἀρτάβαι …ἀκολούθως τῷ γενομένῳ ἐπιμερισμῷ ὑπὸ τῶν τοῦ νομοῦ πραγματικῶν· τὴν δὲ ἀποχὴν ταύτην τετρασσὴν ἐξεδόμην. ἔτουςκε…