Ancient Greek
SB 20 14162
Documentary Papyri, SB 20 14162
Not analysed yet
……τῆς αὐτῆς εἴλης κριθῆς μέτρῳ δημοσίῳ δοχικῷ μετρήσει τῇ κελευσθείσῃ ἀρτάβας τριακοσίας ὀγδοήκοντα πέντε ἀκολούθως τῷ γενομένῳ ἐπιμερισμῷ ὑπὸ τῶν τοῦ νομοῦ πραγματικῶν· τὴν δὲ ἀποχὴν ταύτην τετρασσὴν ἐξεδόμην. ἔτους κϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Βρεταννικοῦ μεγίστου Ἐπεὶφ α. Ἀντώνιος Ἰουστεῖνος δουπλικάριος μεμέτρημαι τὰς τῆς κριθῆς ἀρτάβας τριακοσίας ὀγδοήκοντα πέντε, ἀρτάβας τπε, ὡς πρόκειται.