Ancient Greek
SB 20 14164
Documentary Papyri, SB 20 14164colii
Not analysed yet
Ἥρωνι …παρὰ Σανσνέως …τοῦ Πατύνεως μητρὸς …τοῦ Σανσνέως δημοσίου γεωργοῦ ἀπὸ κώμης Ταλεί· κατὰ τὰ κελευσθέντα ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους Ἀντωνίνου Καίσαρος του?ͅ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐν τῷ ὑπάρχοντί μοι ἐν τῇ αὐτῇ κώμῃ γʼ μέρει οἰκίας πατρικῆς κοινωνικῆς πρὸς τοὺς ἀδελφούς· καί εἰμι Σανσνεῦς ὁ προγεγραμμένος ἐτῶν λ… οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς, καὶ τὸν ὁμοπάτριόν μου καί ὁμομήτριον ἀδελφὸν Ἀπολλώνιον ἐτῶν λ… ἄσημος· Σωχώτης ἄλλος ἀδελφὸς μητρὸς τῆς αὐτῆς ἐτῶν λγ ἄσημος· …μητρὸς …γυναῖκα Ἀπολλωνίου ἐτῶν λβ ἄσημος· καὶ ἐξ ἀμφοτέρων θυγατέρα Ταμύσθαν ἐτῶν …ἄσημος· καὶ τὴν τοῦ Σωχώτου γυναῖκα …Ἁτρείους τοῦ …μητρὸς Σαραποῦτος ἐτῶν …ἄσημος· καὶ ἐξ ἀμφοτέρων θυγατέρας …ἐτῶν …οὐλὴ …μέσῃ καί Σαραποῦς ἐτῶν γ ἄσημος …ὑπάρχει …οἰκία καὶ αὐλὴ ἐν οἷς …ασι… ἔτους κδ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαρμοῦθι λ.