Ancient Greek
SB 20 14183
Documentary Papyri, SB 20 14183
Not analysed yet
Ἀγάθιδι στρατηγῶι καὶ ἱππάρχηι παρὰ Σενθέως τοῦ Σοχώτου βασιλικοῦ γεωργοῦ καὶ κωμογραμματέως κώμης Λυσιμαχίδος. τῆι ζ τοῦ Τῦβι τοῦ ζ ἔτους τοῦ ζεύγους τῶν βοῶν μου πορευομένου ἐπὶ τῆς βασιλικῆς ὁδοῦ ὥστε ἀροτριᾶν ἐπιπαραγίνονται τὰ Ἀντιγόνου ἑκατονταρούρου τοῦ ἐκ Φ…γχιος ὃς κατοικεῖ ἐν Λυσιμαχίδι ζεύγη καὶ προσπηδήσας …αὐτὰ ταῦρον …αι κερατίζει αὐτὸν τῆι ζ καὶ ἐπὶ τέλει τοῦ μηνὸς ἀπέθανεν …του ὃν τιμῶμαι δραχμῶν ὀκτακισχιλίων . ἀξιῶ οὖν, ἐάν σοι φαίνηται …εὐτύχει …