Ancient Greek
SB 20 14198
Documentary Papyri, SB 20 14198
Not analysed yet
ἔτους ιγ τοῦ καὶ ι Παῦνι …ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου …ἑκόντες συνεγράψαντο· ὁμολογεῖ Φῖβις Νεχούτου Πέρσης ὡς ἐτῶν νε μέσος μελίχρως …μακροπρόσωπος εὐθύριν …καὶ Ὧρος Νεχούτου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν …μέσος μελίχρως ὑπόκλαστος ἀναφάλακρος μακροπρόσωπος εὐθύριν ὦς ἀριστερὸν τετρημένον Πασῆμι Νεχούτου Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν μ ἀφίστασθαι ἀπὸ τῆς ἐωνημένης ὑπʼ αὐτῶν παρὰ Θαίβιος τῆς Φίβιος τῆς τούτων μητρὸς ἴσης τρίτης μερίδος τοῦ ἐπιβάλλοντος Πασῆμι Νεχούτου ἕκτου μέρος ἐδάφους φοινικῶνος φυομένων ἐν τῷ ἀπὸ ἀπηλιώτου μέρει Παθύρεως ἧς γείτονες νότου γῆ …βορρᾶ γῆ …χολμῖνις η …ἀπηλιώτου φοινικὼν Ὧρου λιβὸς διῶρυξ ἢ οἳ ἂν ὦσι γείτονες καὶ μὴ ἐπελεύσασθαι Φῖβιν μηθʼ Ὧρον μηδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῶν ἐπὶ τὸν Πασῆμιν μηδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ ἐπὶ τῶν σημαινομένων μερίδων β· εἰ δὲ μὴ ἥ τʼ ἔφοδος τῷ ἐπιπορευομένῳ ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα …καὶ ἱερὰς βασιλεῦσιν ἀργυρίου ἐπισήμου δραχμὰς …ς καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτοῖς ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα. ἡ δὲ ὁμολογία ἥδε κυρία ἔστω πανταχῇ οὗ ἂν ἐπιφέρηται. …Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.