Ancient Greek
SB 20 14226
Documentary Papyri, SB 20 14226
Not analysed yet
τῷ δεσπότῃ μου τῆς ψυχῆς μου ὡς ἀληθῶς τιμιωτάτῳ μου πατρὶ Θέωνι Θέρπη. πρὸ μὲν πάντων εὔχομαι τῷ παντοκράτορι θεῷ περὶ τῆς ὑγιείας σου. καθὼς ἐδήλωσάς μοι περὶ τῶν λιναρίων εὕραμεν δεκαπέντε λίτρας ἐπὶ παρουσίᾳ …ατρ…ς μου Σαραπίωνος κ… ταθι. δήλωσον ἵνα λάβω τὰ περισκελίδια ἵνα φορήσω αὐτὰ τῇ ἑορτῇ ἐπειδὴ τὰ ἐμὰ ἐκλάσθη. οὔκ εἰμι ἀξία τῶν πλακουντίων καὶ κονδίτου τῶν Καλανδῶν; καὶ οὐδέν μοι ἀπέστειλάς μοι, κἂν ὀλίγον κέρμα τῇ ἑορτῇ. απόστειλον Δ…ν ἵνα ποιήσῃ τὸ ἱμάτιόν μου. μὴ ἀμελῇς τοῦ ἀποστεῖλαι τὰ κοσμαρίδια. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις κύριε πάτερ. τῷ δεσπότῃ μου τῆς ψυχῆς μου πατρὶ Θέωνι Θέρπη.