Ancient Greek
SB 20 14279
Documentary Papyri, SB 20 14279
Not analysed yet
Ψιμουρᾶς Χαιρήμονι τῷ ἀδελφῷ χαίρειν. κόμισαι διὰ Νικηφόρου ὀνηλάτου σφραγιστοῦ κίστην σταφυλῆς ἥν μοι εἰς τὴν χρέαν βαστάξαι. δήλωσόν μοι εἰ ἐκομίσω ἃ ἔπεμψά σοι διὰ τοῦ ὀνηλάτου μου καὶ ἃ διεπεμψάμην σοι διὰ Ἀνουβᾶ καμηλίτου. ἀσπάζου Τετε…ν τὴν ἀγαθωτάτην καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς σοὺς πάντας. περὶ ὧν χρῄζεις δήλωσόν μοι. ἀσπάζεταί σε τὰ παιδία. ἔρρῶσθαί σε εὔχομαι Μεχεὶρ κθ. Χαιρήμονι παρὰ Ψιμουρᾶ. …