Ancient Greek
SB 20 14283
Documentary Papyri, SB 20 14283
Not analysed yet
Ὡριγένης Ἰσχυρίωνος γραμματεὺς γεωργῶν κώμης Θεαδελφείας Εὐδαίμωνι Θεογείτονος ἐπιτηρητῇ τῆς αὐτῆς κώμης χαίρειν. ἀπέσχον παρὰ σοῦ ἃς παρείληφας παρὰ δημοσίων καὶ οὐσιακῶν γεωργῶν τῆς κώμης ἀργυρίου δραχμὰς δισχιλίας πεντακοσίας ὀβολοὺς δεκατρεῖς γίνονται δραχμαὶ Βφ ὀβολοὶ ιγ αἵπερ ἐχώρησαν παρόντος Σωκράτους τοῦ καὶ Θέωνος Ἡρώδου τοῦ καὶ Λουρίου μαχαιροφόρου Ἰσιδώρωι Ὡρίωνος ἐπιτηρητῇ Ἀπιάδος καὶ σιτολόγοις ὡς εἰς τιμὴν φακοῦ αἱ προκείμεναι δραχμαὶ Βφ ὀβολοὶ ιγ. Ὡριγένης ὁ προγεγραμμένος ἔγραψα ἔτους τρίτου …