Ancient Greek
SB 20 14293
Documentary Papyri, SB 20 14293
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίων Ἀντωνίου καὶ Συαγρίου τῶν λαμπροτάτων Αὐρήλιος Ψενπνούθης Ὥρου μητρὸς Ταψόιτος ὡς ἐτῶν …οὐλὴ ἀστραγάλῳ ἀριστερῷ ἀπὸ κώμης …Κέλλεως τοῦ Μωθίτου νομοῦ τῆς μεγάλης Ὀάσεως Αὐρηλίῳ …ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν· ὁμολογῶ πεπρακέναι σοι ἐν τῇ …πόλει τὸ ὑπάρχον μοι ὄνον ἄρρενα …λευκὸν τοῦτον τοιοῦτον …ενον ὑπὸ σοῦ τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων μυριάδας δύο καὶ χίλια πεντακόσια γίνονται ἀργυρίου ταλάντων μυριάδες β Αφ ἅσπερ ἐντεῦθεν ἀπέσχον παρὰ σοῦ τοῦ ὠνουμένου διὰ χειρὸς ἐκ πλήρους ἀλλὰ καὶ βεβαιώσω σοι τήνδε τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ παντὸς ἁπλῶς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου. ἡ πρᾶσις κυρία ἣν καὶ μοναχήν σοι ἐξεδόμην πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα ὡς πρόκειται. Αὐρήλιος Ψενπνούθης Ὥρου ὁ προκείμενος πέπρακα τὸν γεγραμμένον ὄνον καὶ ἀπέσχον τὴν τιμὴν ἐκ πλήρους καὶ βεβαιώσω ὡς πρόκειται. Αὐρήλιος Ἀπολλῶς Ἀπολλῶτος ἀπὸ τῆς αὐτῆς κώμης ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.