Ancient Greek
SB 20 14295
Documentary Papyri, SB 20 14295
Not analysed yet
Τούρβων Διοσκόρῳ τῷ ἀδελφῶι πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν, ὑγιαίνω δὲ καὶ αὐτός. καθʼ ἑκάστην ἡμέραν τὸ προσκύνημά σου ποιοῦμαι παρὰ τῷ κυρίῳ Σαράπει. γιγνώσκειν σε θέλω, ἄδελφε, ὅτι εὑρὼν ἀφορμὴν ἀνάγκην εἶχον ἐπιστολήν σοι γράψαι δὴ ταύτην δευτέραν. σὺ δὲ αὐτὸς οὐδεμίαν μοι ἀντέγραψας. καλῶς ποιήσεις, ἄδελφε, καθώς σοι ἐνετειλάμην ἐξερχόμενος ἀπὸ σοῦ, ὅπως φροντίσῃς μὴ ἀμελήσῃς, εἰδὼς ὅτι, ἂν μικροῦ ἐξουδενήσῃς, ἀπολλοῦμεν αὐτὰ εἰς τη…βας μεταδώσεις ……βαρυγαύδην καὶ ἄλλαι …καὶ σὺ ἐφέστηκε ὅπως σπουδάσῃς καὶ ταχύτερόν μοι αὐτὰ διαπέμψῃ ἐὰν μὲν αὐτὰ διαπέμψηται. εἰ δὲ μή γε, σὺ σπουδαιότερον ποίησον· τὸ χοιρίδιον σοι ὃ εἴρηκα θρέψον μοι ἕως ὅτου …κῃ αὐτὸ ἤ, ὅτε ἐὰν γένηται τοῦ χρόνου, σύ μοι ἀντιγράψεις. ἀσπάζομαι τὴν γυναῖκά σου καὶ τὰ τέκνα ὑμῶν, ἀσπάζομαι Ἡρακλῆν, ἀσπάζομαι …Πεταιῆσιν καὶ Θερμουθᾶν καὶ τὰ τέκνα αὐτῆς, ἀσπάζομαι Σαραπιάδα καὶ Κειᾶν καὶ τὰ τέκνα, ἀσπάζομαι τὸν Πτ καὶ τὴν γυναῖκα· ἀσπάζομαι πάντας τοὺς φιλοῦντας ἡμᾶς. ἀπόδος Διοσκόρωι.