Ancient Greek
14303.1.1 to 14303.3.49
Documentary Papyri, SB 20 14303.1.1-14303.3.49
Not analysed yet
…ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Γυμνασίου …Ἥρωνος ἐπὶ Μοήρεως …δ μητρὸς Λεοντίου ἰδιώτης λαογραφούμενος ἐτῶν μϛ, α ἔτους ἐτῶν με …σ… λαογραφούμενος ἐτῶν ιϛ, α ἔτους ἐτῶν ιε …μητρὸς τῆς αὐτῇς μὴ ἀναγεγραμμένος ἐν …ἐπιγεγενημένοις ἐτῶν ι …υτο… ἀτελὴς ἐτῶν γ …καὶ ὁμομητρία ἀδελφὴ οὖσα αὐτοῦ …ἐτῶν μγ …ἐτῶν κ …ἐτῶν ιδ …ἐτῶν ζ …ἐτῶν …β …υ α…α… …ἀμφόδου ……Ἡρακλείδου τοῦ Ἡρακλείδου …μεθʼ ἕτερα …δ τοῦ …Λευκαροῦ …ἰδιώτης λαογραφούμενος ἐτῶν κδ, ιε ἔτους ἐτῶν κγ Εὐδήμῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἑρμαίῳ τῶι καὶ Δρύτωνι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Ἡρακλείδῃ καὶ Εὐβούλῳ γραμματεῦσι μητροπόλεως καὶ Ἡρακλείδῃ ἐξηγητεύσαντι καὶ μετόχοις πράκτορσι ἀργυρικῶν μητροπόλεως καὶ Ἡρώδῃ ἀμφοδάρχῃ Ἱερᾶς Πύλης καὶ Μάρωνι λαογράφῳ τοῦ αὐτοῦ ἀμφόδου παρὰ Φιλιππιαίνης τῆς Ζωίλου τοῦ Ἀπολλωνίου θυγατρὸς κατοίκου ἀπογεγραμμένης διʼ ἑτέρου ὑπομνήματος ἐπʼ ἀμφόδου Μοήρεως μετὰ κυρίου τοῦ ἀνδρὸς Πλουτίωνος τοῦ Κόμωνος κατοίκου τῶν Ϛυοε. ὑπάρχει μοι ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Μοήρεως ε μέρος δ μέρους οἰκίας καὶ ἑτέρων τόπων ἐν ᾧ ἀπογράφομαι τοὺς ὑπογεγραμμένους εἰς τὴν τοῦ διεληλυθότος β ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου Ἱερᾶς Πύλης ἐφʼ οὗ καὶ τῇ τοῦ ζ ἔτους θεοῦ Τραιανοῦ κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγράφησαν. καί εἰσιν μεθʼ ἕτερα· Ζωὶς Ἡρακλείδου τοῦ Σωκράτους ἐτῶν νγ· καὶ ταύτης υἱὸς Σωκράτην Διοσκόρου ἐπικεκριμμένον ἐτῶν λβ ἄσημον καὶ θυγατέρα Ἀφροδοῦν ἐτῶν λγ· καὶ ἑτέραν θυγατέρα Ἀφροδοῦν γαμουμένην τῷ ἀδελφῷ Σωκράτῃ τῷ προγεγραμμένῳ ἐτῶν κη· καὶ τὴν τῶν προγεγραμμένων περὶ Σωκράτην πρεσβυτέραν κατὰ πατέρα τηθίδα Ἰσαροῦν ἐτῶν ο. διὸ ἐπιδίδωμι. κατακεχώρισται στρατηγῷ καὶ τοῖς ἄλλοις πᾶσι. ἔτους γ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ κβ. Πρωτάρχῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἑρμαίῳ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Μάρωνι γραμματεῖ μητροπόλεως καὶ Διδᾶτι πράκτορι Μοήρεως καὶ Πτολεμαίῳ ἀμφοδάρχῃ καὶ Δείῳ λαογράφῳ καὶ Ἀντωνείνῳ τῷ καὶ Ἑρμαίῳ προκεχειρισμένῳ παρὰ Πλουτίωνος τοῦ Κόμωνος τοῦ Ἥρωνος μητρὸς Πτολλαροῦτος τῆς καὶ Πτολέμας τῆς Ἀπολλωνίου κατοίκου τῶν Ϛυοε ἀναγραφομένου ἐπʼ ἀμφόδου Μοήρεως ἀπογεγραμμένου διʼ ἑτέρου ὑπομνήματος· ὑπάρχει μοι ἐπʼ ἀμφόδου Ἀπολλωνίου Παρεμβολῆς …μέρος οἰκίας ἐν ᾧ ἀπογράφομαι τοὺς ὑπογεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ διεληλυθότος ιϛ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογγραφὴν ἐπʼ ἀμφόδου …καί εἰσιν· μεθʼ ἕτερα Σωκράτης Διοσκόρου ἐπικεκριμμένος ἐτῶν μϛ ἄσημος·