Ancient Greek
SB 20 14304
Documentary Papyri, SB 20 14304
Not analysed yet
παρὰ Σερέμπιος Πατερμούθιος τοῦ Σίριος μητρὸς Θενπ…ωνος τῶν ἀπὸ κώμης Ἀγκυρώνων. ἀπογράφομαι πρὸς τὴν τοῦ θ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατὰ τὰ κελευσθέντα ὑπὸ Οὐαλερίου Πρόκλου τοῦ ἡγεμόνος εἰς τὸ ἐπιβάλλον μοι μέρος οἰκίας· εἰμὶ δέ· ὁ Σερέμπις ἐτῶν ν οὐλὴ μήλῳ ἀριστερῷ· γυνή μου Θενοσῖρις Ψενοσίριος ἐτῶν νδ· Πατερμοῦθις υἱός μου ἐτῶν κ…· καὶ γυνὴ αὐτοῦ Θεναμοῦνις Ψεναμούνιος ἐτῶν ιϛ· Ταᾶς θυγάτηρ μου μητρὸς Τετεμούθιος ἀπογεγραμμένη ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς· Νοῦρις Πνεφορῶτος μητρὸς Θεννούπιος υἱὸς ἀδελφοῦ μου τετελευτηκότος ἐτῶν λ οὐλὴ βήματι δεξιῷ Πατερμοῦθις ἀδελφὸς τούτου ἐτῶν κϛ ἄσημος Πνεφορῶς Πνεφορῶτος μητρὸς Θενοσίριος υἱὸς τῆς προγεγραμμένης μου γυναικὸς ἐτῶν κϛ ἄσημος· γυνὴ αὐτοῦ Ταμοῦνις Ἀμενήως ἐτῶν ιη· Ταφορσόις ἀδελφὴ τούτου ἀπογεγραμμένη ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς· Ταᾶς ἄλλη ἀδελφὴ τοῦ αὐτοῦ ὁμοίως ἀπογεγραμμένη ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς· ὑπάρχει δέ μοι ἐν τῇ αὐτῇ κώμῃ ἕτερα οἰκοδομήματα καὶ τῇ Θενοσίρει γυναικί μου πρότερον τῶν γονέων αὐτῆς, καὶ Νοῦρι καὶ Πατερμοῦθι ὁμοίως πρότερον τῶν γονέων αὐτῶν, καὶ ὁμοίως Πνεφορῶτι Πνεφορῶτος καὶ ταῖς τούτου ἀδελφαῖς πρότερον τοῦ πατρὸς αὐτῶν ἐν τῇ αὐτῇ κώμῃ ἕτερα οἰκοδομήματα. ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς τύχην καὶ τὸν τοῦ νομοῦ θεὸν Ἡρακλέα ἐξ ὑγιοῦς καὶ ἑπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους ι Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Φαμενὼθ ιδ. Ὡρεῖς διὰ Ἀφύγχιος φίλου σεσημείωμαι. Ἁρψῆμις καὶ Παχνοῦβις διὰ Σαραπίωνος φίλου σεσημειώμεθα. Ἰσίδωρος κωμογραμματεὺς διὰ Πτολεμαίου σεσημείωμαι.