Ancient Greek
SB 20 14314
Documentary Papyri, SB 20 14314
Not analysed yet
ἐπιχώρησις καρποῦ ἀκανθῶνος Ὀρσενοῦφι Ἁρμιύσιος ἐκλήμπτορι Ἰουλίας Σεβαστῆς καὶ τέκνων Γερμανικοῦ Καίσαρος παρὰ Ἡρακλήου τοῦ Ἀρήου. μίσθωμαι ἐὰν οὖν σοι φαίνηται ἐπιχωρῆσαι οὓς ἔχεις ἐν μισθώσει καρποῦ ἀκανθῶνος εἰς τὸ ἐνεστὸς δωδέκατον ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ. ὑφίσταμαι τελέσειν σοι φόρον ἀργυρίου δραχμὰς δεκαὲξ ἐν μηνὶ Μεσορὴ τοῦ αὐτοῦ ἔτους. ἐὰν οὖν σοι φαίνηται ἐπιχωρῆσαί μοι ἐπὶ τοῖς προκειμένοις ἀμεταμίσθωτα καὶ ἀναυτούργητα καὶ ἀνυπέρβολα. Ἡρακλῆς Ἀρήου ἐπιδέδωκα τὸ ἀναφόριον …εχει …ἔτους ιβ Τιβερίου Καίσαρος Σεβαστοῦ Φαρμοῦθι λ. Ὀρσενοῦφις Ἁρμιύσιος ἐπικεχώρηκα …σο…