Ancient Greek
SB 20 14378
Documentary Papyri, SB 20 14378
Not analysed yet
Αὐρήλιος Πτολεμῖνος Σουχιδᾶ διὰ τοῦ υἱοῦ Παλίου ἀπὸ Πτολεμαίδος Ὅρμου ναύτης δημοσίων χωμάτων τῆς Ἀρσινοιτῶν πόλεως Αὐρηλίῳ Οὐαλερίῳ Ἀντιουρίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογῶ πεπληρῶσθαι παρὰ σοῦ τὰ αἱροῦντά σοι ναύβια διώρυγος Πτολεμαίδος Ὅρμου πέντε, ναύβια ε, τῆς τρίτης ἰνδικτίωνος, καὶ ἐξεδόμην σοι τὴν ἀποχὴν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ ἐπιφερομένην καὶ ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν αἰωνίων Αὐγοῦστων τὸ δ, Φαρμοῦθι α. Αὐρήλιος Πτολεμῖνος Σουχιδᾶ διὰ τοῦ υἱοῦ Παλίου ἐξεδόμην τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Τιμόθεος ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος ἀγραμμάτου. Παχὼν κα· κατέβαλεν Ταπάεις Ἡρᾶ ὑπὲρ τετάρτης ναύβια δύο, ναύβια β μόνα. Μέλας καὶ Ἀπίων ἐκβολεῖς ἐσημιωμε. Παχὼν κα· κατέβαλεν Οὐαλέριος Ἀντιούριος ὑπὲρ ἕκτης ἰνδικτίωνος ναύβια πέντε, ναύβια ε μόνα. Μέλας καὶ Ἀπίων ἐκβολεῖς σεσημειώμεθα. Αὐρήλιος Πτολεμῖνος ναύτης δημοσίων χωμάτων διὰ τοῦ υἱοῦ Παλίου Αὐρηλίῳ Οὐαλερίῳ Ἀντιουρίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογῶ πεπληρῶσθαι παρὰ σοῦ τὰ ἐπιβάλλοντά σοι καὶ αἱροῦντά σοι ναύβια ἓξ τῆς πέμπτης ἰνδικτίωνος ἐν Πτολεμαίδι Ὅρμου ἀφυλισμοῦ· διὸ τὸ ἐξεδόμην σοὶ τὴν χεῖρα πρὸς ἀσφάλειαν ἢτοι ἀμεριμνίαν. ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ Νέου τὸ α τῶν αἰωνίων Αὐγούστων Φαρμοῦθι κ. Αὐρήλιος Πτολεμῖνος διὰ τοῦ υἱοῦ Παιήου ἐξεδόμην τὴν ἀποχὴν ὡς πρόκειται. ……Καρανίδος …