Ancient Greek
SB 20 14385
Documentary Papyri, SB 20 14385
Not analysed yet
Αὐρηλίῳ Νεμεσίωνι τῷ καὶ Διονυσίῳ βασιλικῷ γραμματεῖ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Κορνηλίου Πάσειτος μητρὸς Διονυσίας ἀπʼ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Αὐρηλίου Φλαυουίου Μαξείμου τοῦ κρατίστου ἐπιτρόπου τοῦ κυρίου Σεβαστοῦ περὶ ἀπογραφῆς ἀβρόχου καὶ ἐπηντλημένης πρὸς τὸ ἐνεστὸς γ ἔτος ἀπογράφομαι περὶ κώμην Σεντὼ ἐκ τοῦ Χρυσίππου κλήρου βασιλικοῦ εἰς κληρονόμους Ἑρμογένους πρότερον Πεκύλλου Ποτάμωνος ἀνὰ πυροῦ ἀρτάβας δ ιϛ ἀπὸ ἀρουρῶν γ ἥμισυ τέταρτον τὸ ὑπʼ ἐμοῦ γεωργούμενον ἐπηντλημένης, ὅ ἐστιν ἀρούρης α τέταρτον. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενώθ. Αὐρήλιος Κορνήλις Πάσειτος ἐπιδέδωκα. Αὐρήλιος Διογένης Παποντῶτος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.