Ancient Greek
SB 20 14392 (2)
Documentary Papyri, SB 20 14392colii
Not analysed yet
δ Ἀσκληπιάδηι Ἀσκληπιάδου τοῦ Φανίου Μαρωνεῖ καὶ Διδύμωι Ὡρίωνος Ἀλθαιεῖ, ὡς δὲ μητρὸς Ζηνείωι, ἀμφοτέροις βυβλιοφύλαξι τοῦ ἐν Μέμφει βυβλιοφυλακίου. παρὰ Δημητρίου τοῦ Ἁροηρίωνος τοῦ καὶ Ἀπολλωνίου τῶν ἀπὸ Μέμφεως. κατὰ τὰ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Λουκίου Λουσίου Γέτα προστεταγμένα ἀπογράφομαι τὸ ὑπάρχον μοι ἐν Μέμφει ἐπὶ τοῦ τεσσάρου καὶ δεκάτου ἀμφόδου μέρος τρίτον πατρικῆς οἰκίας. ἔτους ιγ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ κα. Δαμᾶς Ἁρουηρίωνος τοῦ καὶ Ἀπολλωνίου