Ancient Greek
SB 20 14396
Documentary Papyri, SB 20 14396
Not analysed yet
ἔτους γ Λουκίου Σεμπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ, Μεσορὴ β. διέγραψαν Πλουτάρχῳ τῷ καὶ Ἀμμωνίῳ καὶ Θεωνίνῳ τῷ καὶ Πτολ μισθωταῖς οὐσιακῶν κτημάτων καὶ ἄλλων πρεσβύτεροι γ ἔτους διὰ Ἀπύγχεως ὑπὲρ φόρου προβάτων δραχμὰς τετρακοσίας τεσσαράκοντα τρεῖς τριώβολον, γίνονται δραχμαὶ υμγ τριώβολον, συμβόλου δραχμὴ α τριώβολον ἡμιωβέλιον.