Ancient Greek
SB 20 14400
Documentary Papyri, SB 20 14400
Not analysed yet
…τῷ μεγαλοπρεπεστάτῳ κόμετι Χριστοφόρῳ παρὰ Αὐρηλίου …άτου συμμάχου· ὁμολογῶ παραμεῖναι τῷ ὑμετέρῳ …ιδος ἀπὸ Μεσορὴ κ τῆς τετάρτης ἰνδικτίωνος ἕως Μεσορὴ κ τῆς εἰσιούσης πέμπτης ἰνδικτίωνος καὶ ποιήσασθαι πᾶσαν ὑπουργίαν ἀκαταγνώστως καὶ ἀκαταφρονήτως καὶ τὰ πάντα ἀρᾳδιουργήτως παραλαμβάνοντα ὑπὲρ μισθοῦ κατʼ ἐνιαυτὸν χρυσοῦ νομισμάτια δύο κεράτια ἕξ, γίνεται χρυσοῦ νομισμάτια β πλῆρες κεράτια ϛ μόνα· ἐγράφη Μεσορὴ κ ἰνδικτίωνος δ. Φλάουιος Χριστοφόρος σὺν θεῷ κόμες διʼ ἐμοῦ Πέτρου στοιχεῖ μοι τὸ παρὸν σύμφωνον.