Ancient Greek
SB 20 14440
Documentary Papyri, SB 20 14440
Not analysed yet
Ἰσιδώρῳ κωμογραμματεῖ Θεαδελφείας παρὰ Ἁρθώτου τοῦ Μαρρήους δημοσίου γεωργοῦ καὶ ἱερέως Τοθοήους θεοῦ. ἔχω ἐν Θεαδελφείᾳ οἰκίαν ἐντὸς περιβόλου ἱεροῦ, ἐν ᾗ ἐγὼ αὐτὸς Ἁρθώτης μητρὸς Ἐσερσύθεος ἐτῶν πεντήκοντα πέντε ,Ἁρπατοθοῆς υἱὸς ἐτῶν ἐννέα μητρὸς Ταανχορίφιος καὶ ἡ μήτηρ μου Ἐσερσῦθις Πασίωνος ἐτῶν ο. Ἁρθώτης ὁ προγεγραμμένος ὀμνύω Καίσαρα Αὐτοκράτορα Ἐλευθέριον θεοῦ υἱὸν Δία Σεβαστὸν ἦ μὴν ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὸ προκείμενον ὑπόμνημα μηδὲν ὑποστειλάμενος. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναντία. Ἁρθώτης Μαρρήους ὁ προγεγραμμένος κ ἔτει ἐτῶν νε οὐλὴ φακῷ μήλου ἀριστεροῦ. Ἁρπατοθοῆς ϛ ἔτει ὡς ἐτῶν θ. κατακεχώρισται ἔτους μα Καίσαρος Τῦβι κϛ.