Ancient Greek
SB 20 14443
Documentary Papyri, SB 20 14443
Not analysed yet
ἐν ὀνόματι τοῦ θεοῦ. Ἄμβρος σύμβουλος τῷ παγάρχῳ τῆς Ἡρακλέους. παράσχες Ἄμερ υἱῷ Ἄσλα ὑπὲρ νομισματίων β χόρτου δέσμας τέσσαρας μόνας λαμβάνων παρʼ αὐτοῦ τὸ λογάριον καὶ ὑπὲρ δαπανῶν ἀνθρώπων αὐτοῦ ἑκάστῳ τῷ μηνὶ ψωμίων ἀρτάβην μίαν μόνην· κατάγραψον αὐτὰ καὶ τοῦτον δὲ ἐπίστειλον εἰς χῶρον πεποιημένον καὶ μὴ βαρέσης χῶρον ὑπὲρ ἄλλου. ἐγράφη μηνὸς Τυβὶ ιγ ἰνδικτίονος πρώτης. ἀπόδειξις Ἀμὴρ υἱοῦ Ἄσλα νομισματίων β χόρτου διὰ τῶν ἀπὸ Κεφαλω.