Ancient Greek
SB 20 14457
Documentary Papyri, SB 20 14457
Not analysed yet
παρὰ Σιλβανοῦ ἀπὸ στρατιωτῶν ἀπὸ Ἑρμοῦ πόλεως Βίκτορι Πινῆτε γεωργῷ ἀπὸ κώμης Σενιλάεως τοῦ Ἑρμουπολίτου νομοῦ. ἐδεξάμην παρὰ σοῦ ἀπὸ τοῦ φόρου ὑπὲρ καρπῶν πέμπτης ἰνδικτίονος χρυσοῦ κεράτια δέκα ἑπτά, γίνεται χρυσοῦ κεράτια ιζ μόνα. Σιλβανὸς ἀπὸ Ἑρμοῦ πόλεως στοιχεῖ μοι τὸ ἐντάγιον τῶν κερατίων δεκαεπτὰ ὡς πρόκειται. Φλαύιος Πέτρος υἱὸς αὐτοῦ ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …