Ancient Greek
SB 20 14459
Documentary Papyri, SB 20 14459
Not analysed yet
…τῆς ὑπὸ σέ μου οἰκίας ὑπὲρ τοῦ φθάσαντος χρόνου μέχρι τῆς παρελθούσης πεντεκαιδεκάτης ἰνδικτίονος καὶ αὐτῆς καὶ οὐδένα λόγον ἔχω οὐδὲ ἕξω πρὸς σὲ περὶ ἐνοικείου τὸ σύνολον μέχρι τῆς αὐτῆς πεντεκαιδεκάτης ἰνδικτίονος καὶ αὐτῆς διὰ τὸ πεπληρῶσθαί με παρὰ σοῦ ὡς προεῖπον. καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαί σοι ταύτην τὴν πληρωτικὴν ἀποχὴν ἐφʼ ὑπογραφῆς ἐμῆς κυρίαν οὖσαν καὶ βεβαίαν. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπύγχις Σαραπίωνος διάκονας ἀπὸ Ἑρμοῦ πόλεως ἐθέμην τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Βασιλείδης Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ ἀποχῇ ἀκούσας παρὰ τοῦ θεμένου. …