Ancient Greek
SB 20 14464
Documentary Papyri, SB 20 14464
Not analysed yet
ἐμίσθωσεν Ἁρσεῖς Ἀπερῶτος μητρὸς Θακώριος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ πατρὸς Ἀπερῶτος Σύρου μητρὸς Ἁρσεῖτος ἀπὸ τῆς αὐτῆς πόλεως Πτολεμαίῳ Ἑρμίππου τοῦ καὶ Ἁρποκρατίωνος ἀπὸ τῆς αὐτῆς πόλεως πρὸς μόνον τὸ εἰσιὸν ἔβδομον ἔτος τὰς ὑπαρχούσας αὐτῇ περὶ Νέσλα ἐκ βορρᾶ τόπου λεγομένου Ἀπελλοῦ ἀρούρας δύο ὥστε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῆται ὁ μεμισθωμένος χωρὶς ἰσάτεως καὶ ἐχομενίου, φόρου ἀποτάκτου ἀργυρίου δραχμῶν ὀγδοήκοντα ,ἅσπερ ὁμολογεῖ ἡ Ἁρσεῖς αὐτόθι ἀπεσχηκέναι παρὰ τοῦ Πτολεμαίου διὰ χειρὸς ἐκ πλήρους, τῶν τῆς γῆς δημοσίων παντοίων καὶ ἐπιμερισμῶν πάντων ὄντων πρὸς τὴν Ἁρσεῖν. ἐὰν δέ τις ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ τῷ μετὰ τὸ εἰσιὸν ἕβδομον ἔτος ἐνιαυτῷ. ἐπάναγκον οὖν βεβαιούτω ἡ Ἁρσεῖς ἐπὶ τὸν χρόνον τὴν μισθοαποχὴν ἢ ἀποτεισάτω ὃ ἔσχεν ἀργύριον διπλοῦν, τῆς πράξεως οὔσης ἔκ ται αὐτῆς καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων. μετὰ δὲ τὸ εἰσιὸν ἕβδομον ἔτος οὐκ …