Ancient Greek
SB 20 14469
Documentary Papyri, SB 20 14469
Not analysed yet
Αὐρηλίωι Ὡριγένει στρατηγῶι Ἑρμοπολίτου παρὰ Αὐρηλίου Ἑρμοῦ τοῦ καὶ Πινούτου ε…ου γυμυνασιάρχου βουλευτοῦ Ἑρμοῦ πόλεως τῆς μεγάλης καὶ λαμπροτάτης. ἀποδημῆσαι μέλλων πρὸς τὰ ἴχνη τῶν δεσποτῶν ἡμῶν καὶ πάντα νικώντων Αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων χειροτονηθεὶς εἰς τοῦτο ἀπὸ τῆς κρατίστης βουλῆς καὶ ἤδη τῆς ὁδοῦ γεινάμενος, ἐλλιμμάτων δὲ ὀλίγων ἐκκειμένων τῆς ἐμῆς δεκαπρωτείας τοπαρχίας Πασκώ, διὰ τοῦτο ὑπὲρ τοῦ καὶ ταῦτα εἰσαχθῆναι δύνασθαι, ἐπιδίδωμί σοι τάδε τὰ βιβλία ἀξιῶν ἐπιστεῖλαί σε Αὐρηλίῳ Κοπρέᾳ γνωστῆρι Ἰβιῶνος Χύσεως τῆς αὐτῆς τοπαρχίας …αι τῆς φροντίδος καὶ ἀπαιτήσεως …των τῶν …ων …πο… ταύτης τῆς δεκαπρωτείας …