Ancient Greek
SB 20 14606
Documentary Papyri, SB 20 14606
Not analysed yet
…bene valere te cupimus. Exemplum precum τοῖς γῆς καὶ θαλάσσης καὶ παντὸς ἀνθρώπων ἔθνους καὶ γένους δεσπόταις Φλαουίοις Θεοδοσίῳ καὶ Βαλεντινιανῷ τοῖς αἰωνίοις Αὐγούστοις δέησις καὶ ἱκεσία παρὰ Ἀππίωνος ἐπισκόπου ῥεγεῶνος Συήνης καὶ Κεν… Συήνης καὶ Ἐλεφαντίνης ἐπαρχίας τῆς ὑμετέρας Ἄνω Θηβαίδος. εἴωθεν ἡ ὑμετέρα φιλανθρωπία πᾶσιν τοῖς δεομένοις χεῖρα δεξιὰν ὀρέγειν, ὅθεν κἀγὼ τοῦτο σαφῶς μεμαθηκὼς ἐπὶ τάσδε τὰς δεήσεις ἐλήλυθα τοῦ πράγματος ὄντος ἐν τούτοις. ἐν μέσῳ τῶν ἀλιτηρίων βαρβάρων μετὰ τῶν ἐμῶν ἐκκλησιῶν τυγχάνων τῶν τε Βλεμμύων μεταξὺ καὶ Ἀννουβάδων πολλὰς παρʼ ἐκείνων ὡς ἐξ ἀφανοῦς καταδρομὰς ὑπομένομεν οὐδενὸς στρατιώτου προισταμένου τῶν ἡμετέρων τόπων. ἐκ τούτου τῶν ὑπʼ ἐμὲ ταπεινουμένων ἐκκλησιῶν καὶ μὴ δυναμένων μήτε τοῖς αὐταῖς προσφεύγουσιν ἐπαμύνειν προσπίπτω προκυλινδούμενος τῶν θείων ὑμῶν καὶ ἀχράντων ἰχνῶν ὥστε καταξιῶσαι θεσπίσαι φρουρεῖσθαι τὰς ὑπʼ ἐμὲ ἁγίας ἐκκλησίας ὑπὸ τῶν παρʼ ἡμῖν στρατιωτῶν καὶ πείθεσθαι αὐτοὺς ἐμοὶ καὶ ὑπακούειν περὶ πάντων καθὼς οἱ ἐν Φιλῶν οὕτω καλουμένῳ φρουρίῳ τῆς ὑμετέρας Ἄνω Θηβαίδος κατασταθέντες στρατιῶται ὑπουργοῦσιν ταῖς ἐν Φιλῶν ἁγίαις τοῦ Θεοῦ ἐκκλησίαις. οὕτω γὰρ δυνησόμεθα ἀδεῶς ζῶντες …σκας μετιέναι νομοθεσίας …βαρυτάτης ὁριζομένης κατὰ τῶν παραβάντων …ν τὰ θειωδῶς παρʼ ὑμῶν θεσπισθέντα, πάσης συναρπαγῆς τοῦ διʼ ἐναντίας μέρους γενομένης ἢ μελλούσης γενέσθαι σχολαζούσης, θείας ὑμῶν κε… ἰδικῆς χάριτος περὶ τούτου φοιτώσης πρὸς τὸν μεγαλοπρεπέστατον καὶ περίβλεπτον κόμιτα καὶ δοῦκα τοῦ Θηβαϊκοῦ λιμίτου· καὶ τούτου τυχὼν τὰς συνήθεις εὐχὰς ἀναπέμψω τῷ Θεῷ ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους διὰ παντός.