Ancient Greek
SB 20 14639
Documentary Papyri, SB 20 14639
Not analysed yet
Σαλλουστίῳ Ὀλυμπιοδώρῳ προπολειτευομένῳ ἐκδίκῳ πόλεως καὶ νομοῦ αὐτῆς παρὰ Αὐρηλίων Ἀμμωνίου τοῦ καὶ Εὐσεβίου δημοσίου ἰατροῦ τῶν ἐν τῷ ὡρισμένῳ ἀριθμῷ τῶν δοκίμων τῆς αὐτῆς πόλεως καὶ Πινουτίωνος Τυράννου ὑπηρέτου τῆς σῆς τάξεως. ἐπισταλέντες ὑπὸ τῆς σῆς ἐπιμελείας ἐξ ἐπιδόσεως βιβλίων Στεφάνου Ἁρποκρᾶτος ἀπὸ κώμης Πακὴ δηλοῦντος ἔφοδον πεπονθέναι ὑπὸ Ἑρμείου Ὠριγένους Ἀντινοέως καταμένοντος ἐν τῇ αὐτῇ κώμῃ καὶ τῶν τούτου υἱῶν Ἱέρακος καὶ Σιλβανοῦ καὶ ἀξιοῦντος τὴν περὶ τὰ τραύματα αὐτοῦ διάθεσιν ἐπιθεωρηθῆναι ὑπὸ