Ancient Greek
SB 6 9409 (2)
Documentary Papyri, SB 20 14645
Not analysed yet
Αὐρηλίῳ Ἀπιανῷ ἐξηγητεύσαντι βουλευτῇ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει παρὰ Αὐρηλίου Ἡρωνίνου φροντιστοῦ Θεαδελφίας· λόγος λήμματος καὶ ἀναλώματος τοῦ Ἁθὺρ μηνὸς τοῦ ἐνεστῶτος …ἔτους· ἐστὶ δέ· λήμματος· ἀπὸ τιμῆς οἴνου μονοχώρων σ ὡς τοῦ α ἐκ δραχμῶν ι διωβόλου δραχμαὶ Βνζ ὀβολὸς …η …ίας δραχμαὶ ιϛ …ορ ἀπὸ τιμῆς πυροῦ ἀρταβῶν ιγ ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν κ δραχμαὶ σξ γίνονται λήμματος δραχμαὶ Βυνζ ὀβολὸς ὀψωνίων· ἐμοὶ Ἡρωνίνῳ δραχμαὶ μ Ποντικῷ δραχμαὶ κ Πωλίων βουκόλος δραχμαὶ ιζ ὀβολὸς Ἄσεις βουκόλος δραχμαὶ μη Δεῖος βουκόλος δραχμαὶ ξ Ἀκιῆς ὀνηλάτης δραχμαὶ η Πουᾶρις ὀνηλάτης δραχμαὶ η Κάστωρ ὀνηλάτης δραχμαὶ ιζ ὀβολὸς Κιῶτ προστάτης Χαιρέου δραχμαὶ η Δωρίων ταυρηλάτης δραχμαὶ μη Ἡρακλᾶς ὀνοφύλαξ δραχμαὶ ιϛ Ἑρμῆς οἰκέτης δραχμαὶ δ Δημέας δραχμαὶ δ Διονύσιος δραχμαὶ δ Παπίας δραχμαὶ δ Τιμοκράτης δραχμαὶ δ Σαραπάμμων καμηλάτης δραχμαὶ δ Ἀσῆσι κατʼ ἐκδόσεως χωμάτων δραχμαὶ ιβ γίνονται ὀψωνίων τκϛ διώβολον τιμὴ χάρτου εἰς τὸν λόγον δραχμαὶ δ κωμάρχαις Ταλεὶ ὑπὲρ Πωλίωνος δραχμαὶ ιβ κωμάρχαις Εὐημερίας ὑπὲρ Ἀκίῆ δραχμαὶ ιϛ κωμάρχαις Ἀράβων ὑπὲρ Σανσέως δραχμαὶ ιβ μισθὸς χαλκέως κώμης Διονυσιάδος υν… καὶ …γ ὑπὲρ κια… χαλκ- 1 δραχμαὶ κη τοῖς ἀπὸ τῆς κώμης διʼ Ἑρμᾶ κωμάρχου ὑπὲρ Κάστορος ὀνηλάτου δραχμαὶ η Ἀκιῆ ὀνηλάτου δραχμαὶ η ὑπὲρ βουκόλων γ δραχμαὶ κδ ὑπὲρ ἐργατῶν ε τοῦ εὐσχήμονος δραχμαὶ κ Κάστορος προστάτου Χαιρέου δραχμαὶ μ ὑπὲρ διδράχμου αὐτοῦ δραχμαὶ κ ὑπὲρ Πουάρεως ὀνηλάτου δραχμαὶ μ ὑπὲρ διδράχμου αὐτοῦ δραχμαὶ κ ὑπὲρ μονοδεσμίας βασιλικῆς γῆς ἀρταβῶν μγ 𐅵λβ ὑπὲρ διδράχμου αὐτῶν δραχμαὶ κ Πάσειτι προστάτῃ Κλεισοδίκης δραχμαὶ ξ ἀχυρηγοῦσι εἰς κώμην εἰς τροφὴν τετραπόδων τετραονίαις β ἐφʼ ἡμέρας ια ἀκολουθοῦντες ἐργάται κ ἐκ δραχμῶν β διωβόλου δραχμαὶ με πεντώβολον χωματίζοντι εἰς κτῆμα Πανίσκου τετραονίᾳ α ἐφʼ ἡμέρας η ἀκολουθοῦντες ἐργάται η ἐκ δραχμῶν β διωβόλου δραχμαὶ ιη διώβολον πρατῶν κτηνῶν νομεὺς α ἐφʼ ἡμέρας …ἐκ δραχμῆς α πεντωβόλου …συνλέγων κάδια εἰς πλι… κτημάτων ἐργάται ιϛ ἐκ δραχμῶν β… …εσοντι χωματίζοντι εἰς κτῆμα Χαιρέου τρετραονίᾳ α …αλλοχωματίζοντιεἰς κτῆμα Περσέως τετραονία α ἐφʼ ἡμέρας ι ἀκολουθοῦντες ἐργάται ι ἐκ δραχμῶν β διωβόλου δραχμαὶ κγ διώβολον ὑποσχίζοντι κε…αμδου τῶν βοῶν ἐργάται λ ἐκ δραχμῶν β διωβόλου δραχμαὶ ξη τετρώβολον Κανώπῳ τέκτονι Ἑρμᾶ τέκτονι εἰς λι μηχανῆς διὰ τραπέζης δραχμαὶ ρ ποτίζουσι ἐν κτήματι Πουάρεως οὖσι ἐργάταις η ἀκολουθοῦντες ἐργάται η ἐκ δραχμῶν β διωβόλου δραχμαὶ ιη διώβολον τιμὴ ξηροῦ χόρτου ἀγορασθέντος δεσμῶν Ϛυ ὡς τῶν ρ ἐκ δραχμῶν κ δραχμαὶ Ασπ ἄξονες· ἄξων α…εσυδου γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ Αφϙ χαλκὸς 1 ἄλλαι τκϛ διώβολον ἐπὶ τὸ αὐτὸ δραχμαὶ Βρϙζ ὀβολὸς καὶ Πωλίωνι ὀνηλάτῃ Ταλεὶ δραχμαὶ ξγ ὀβολὸς ἐπὶ τὸ αὐτὸ δραχμαὶ Βσξ διώβολον Ἑρμᾶτι εἰς λι μηχανῆς δραχμαὶ ρ γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ Βτξ διώβολον ἀνθʼ ὧν λήμματος δραχμαὶ Βυνζ ὀβολὸς λοιπαὶ εἰς τὸν ἑξῆς μῆνα δραχμαὶ ϙζ ὀβολὸς.