Ancient Greek
SB 20 14674
Documentary Papyri, SB 20 14674
Not analysed yet
Τῦβι δ ἀπεστάλη ἀναφορὰ πρὸς τὸν κύριόν μου Σωφρόνιον διὰ Ἀρκαδίου κούρσορος ὡς Ὀδυσσεὺς λαμπρότατος εἰσελθὼν ἐδίδαξεν ὡς χρυσίον ὑπεδέξατο ἀπὸ λόγου φιλανθρώπων ἐξαργυρισθέντων ἡνίκα ἦν χρυσώνης καὶ τούτων ἀποσταλέντων καὶ τῆς ἀποδίξεως μὴ ἐνεχθείσης ὡς ἐτέλεσεν νομισμάτια Αξ ἐπὶ Μαειουρῖνον χρυσώνην κβ τάξ ἀβάκτις ἄλλ πρὸς τὸν αὐτὸν Σωφρόνιον διὰ τοῦ αὐτοῦ Ἀρκαδίου ὡς τῶν ναύλων πληρωθέντων Νόννου τοῦ ἐμβολάρχου κομμουνιτώριον παραθεμένου περὶ τούτου ιθ ἄλλ τῇ αὐτῇ ἡμέρᾳ πρὸς τὸν κύριόν μου τὸν αὐγουστάλιον Νέωνα διὰ τοῦ αὐτοῦ Ἀρκαδίου περὶ τῆς γεγενημένης ἀπαιτήσεως σίτου τε καὶ χρυσικῶν β ἄλλ προσεκουτωρία τῇ αὐτῇ ἡμέρᾳ ἐδόθη Μαειουρίνῳ χρυσώνῃ περὶ ἀποστολῆς χρυσίου λόγου λαργιτιοναλικῶν τίτλων λιτρῶν ιγ οὐγκιῶν ϛ καὶ ἀπὸ λόγου δεσποτικῶν νομισματίων Αχογ γ καὶ ἀπὸ λόγου ἁλὸς νομισματίων ρλδ ὡς ἀποσταλέντος διὰ Παύλου παραπομποῦ β τάξ Πτολεμαίου ἄλλ πρὸς τὸν κόμιτα λαργιτιώνων Ἀλεξανδρείας περὶ ἀποστολῆς τῶν λαργιτιοναλικῶν τίτλων Τῦβι ιβ ἀπεστάλη πρὸς τὸν μεγαλοπρεπέστατον αὐγουστάλιον διὰ Φοιβάμμωνος σιγ̓γουλαρίου υἱοῦ Ἀμμωνίου περὶ γνώσεως ἄλλ τῇ αὐτῇ ἡμέρᾳ πρὸς τὸν περίβλεπτον Σωφρόνιον ἐδόθη Ὡριγένι ἐξκέπτορι Διοσκόρου πρίγκιπος περὶ γνώσεως Τῦβι ιϛ ἀπεστάλη ἀναφορὰ πρὸς τὸν αὐγουστάλιον διὰ Μηνᾶ ὀφφικιαλίου περὶ γνώσεως μικρῶν πλοίων σίτου ἀρταβῶν μυριάδων ιδ λ Τῦβι κγ ἐδόθη προσεκουτωρία πρὸς τὸν αὐγουστάλιον Νέωνα Μαειουρίνῳ χρυσώνῃ περὶ ἀποστολῆς χρυσίου διὰ Παύλου παραπομποῦ λόγου λαργιτιοναλικῶν τίτλων τῆς ιε λιτρῶν ρμβ καὶ τῆς ιδ λιτρῶν ιβ καὶ λόγῳ φιλανθρώπων ἐξαργυρισθέντων νομισματίων Αξ καὶ ὑπετάγη ὑπομνήματα Τῦβι ιθ τάξ ἀβάκτις ἄλλ πρὸς τὸν κόμιτα τῶν λαργιτιώνων Στρατήγιον περὶ τῶν λαργιτιοναλικῶν τίτλων ἄλλ πρὸς Σωφρόνιον περὶ τῶν φιλανθρώπων ἐξαργυρισθέντων νομισματίων Αξ ἀπεστάλη διὰ Θεοφίλου κούρσορος Τῦβι κε Τῦβι κζ ἀπεστάλη ἀναφορὰ πρὸς τὸν αὐγουστάλιον διὰ Ἥρωνος υἱοῦ περὶ γνώσεως ἀρταβῶν μυριάδων δ Ϛω ἄλλ πρὸς Σωφρόνιον περὶ γνώσεως ἀρταβῶν μυριάδων ιη Ϛωλ ἀπεστάλη διὰ Θεοφίλου κούρσορος ἄλλ πρὸς τὸν αὐτὸν αὐγουστάλιον διὰ Ἥρωνος περὶ Διοσκόρου λαμπροτάτου ὥστε παραπεμφθῆναι αὐτὸν ἐνταῦθα ὑπετάγη ὑπομνήματα Τῦβι κγ τάξ Ἥρωνος