Ancient Greek
SB 20 14699
Documentary Papyri, SB 20 14699
Not analysed yet
Διονυσόδωρος Ἀσκληπιάδει χαίρειν. τοῖς ἐξ Ὀξυρύγχων γεωργοῖς ἔθος ἐστὶν ἐγδημεῖν εἰς τὸν Ὀξυρυγχίτην καὶ ἱεραγῆσαι διὰ τὸ εἶναι αὐτοὺς ἐκ τοῦ Ὀξυρυγχίτου. ἵνʼ οὖν συντόμως παραγενόμενοι γένωνται πρὸς τῶι σησαμικῶι σπόρωι ἔδοξέν μοι ἐὰν καί σοι φαίνηται συνεκδημῆσαι αὐτοῖς. καλῶς οὖν ἔχειν ὑπέλαβον γράψαι σοι ἵνʼ εἰδῆις καὶ ἃ φαίνηται γράψηις. ἔρρωσο. ἔτους ιζ Τῦβι η. εἴπερ ἀναγκαῖόν ἐστιν συντόμως ἐγδημεῖν ηγε… καλῶς τε…. ἔρρωσο. Διονυσοδώρωι. Ἀσκληπιάδει.