Ancient Greek
SB 20 14970
Documentary Papyri, SB 20 14970
Not analysed yet
ἔτους τρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι κ… ἐν Εὐημερείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου. ὁμολογεῖ Μάρων Σαταβοῦτος ……ἀπὸ κώμης Διονυσιάδος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Νιννάρῳ …ωνος τοῦ Ἀρείου Σωσικοσμίῳ τῷ καὶ Ἀλθαιεῖ ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου δραχμὰς τεσσαράκοντα γίνονται ἀργυρίου δραχμαὶ μ ἃς καὶ ἀποδώσει ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως, τῆς πράξεως οὔσης τῷ Νιννάρῳ ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης …