Ancient Greek
SB 20 14972
Documentary Papyri, SB 20 14972
Not analysed yet
παρὰ Ἰωάννου λαμπροτάτου καὶ σὺν θεῷ ὑποδέκτου Φοιβάμμωνι …ρ…· ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ ἀπὸ ἐκφορίων τῶν ὑπὸ σέ μου ἀρουρῶν δ καρπῶν τετάρτης ἰνδικτίωνος διὰ ἐνταγίου Ψάτου γραμματέως κώμης Σεντωτέως σίτου ῥυπαροῦ χωρὶς ναύλων καὶ προσθηκῶν καὶ παντοίων ἀναλωμάτων ἀρτάβας δεκατρεῖς, γίνονται σίτου ἀρτάβαι ιγ μόναι, καὶ πρὸς σὴν ἀσφαλείαν ταύτην σοι πεποίημαι τὴν ἀπόδειξιν μεθʼ ὑπογραφῆς ἐμῆς ὠς πρόκειται. Φλάουιος Ἰωάννης στοιχεῖ μοι σίτου ἀρτάβας δεκατρεῖς, ιγ .