Ancient Greek
SB 18 13331
Documentary Papyri, SB 20 14974
Not analysed yet
α…ρα …στρατηγ- παρὰ Ἀπολλωνίου Διονυσίου τοῦ Διονυσίου τοῦ καὶ Ἀμόι ἀγορανόμου τῆς Ὀξυρυγχιτῶν πόλεως. βούλομαι ὠνήσασθαι ἀπὸ τῶν εἰς πρᾶσιν προκειμένων τῆς τοῦ ἰδίου λόγου ἐπιτροπῆς ἐν κώμῃ Σύρων τῆς πρὸς Λίβα τοπαρχίας πρότερον Συρᾶτος Ἁρμιύσιος τοῦ καὶ Ψανσνῶτος οἰκίαν καὶ ψιλὸν τόπον ἐπὶ γειτνίαις ταῖς διὰ γραμ δεδηλωμέναις τῶν τῆς νυνὶ γενομένης αὐτῶν συντιμήσεως δραχμῶν ω ἐφʼ ᾧ κυρωθεὶς διαγράψω εἰς τὴν δημοσίαν τράπεζαν τὰς τῆς τιμῆς δραχμὰς ω σὺν τοῖς ἑπομένοις καὶ μενεῖ μοι σὺν ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ μεταλημψομένοις ἡ τούτων κράτησις καὶ κυρεία ἀναφαίρετος εἰς τὸν ἀεὶ χρόνον. ἔτους λα Θὼθ …. …