Ancient Greek
SB 20 14981
Documentary Papyri, SB 20 14981
Not analysed yet
Σῦρος Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. παράδος καὶ νῦν Μονίμῳ ποτὲ ἐπικτηνείτῃ ἀφʼ ὧν ἔχεις παρὰ σοὶ οἴνου μονόχωρα ἐκ τῶν ἑτοιμοτέρων ἄλλα …ιν μονόχωρα ἑκατὸν πεντήκοντα ,ὧν ἐνάτης ληνοῦ μονόχωρα ἑκατὸν καὶ τετάρτης μονόχωρα πεντήκοντα ,τῆς τιμῆς αὐτῶν χωρούσης εἰς τιναγμὸν ἐλαικῶν κτημάτων· ἀλλὰ πάντως δοθήτω αὐτῷ ἵνα μὴ διὰ τοῦτο ὁ τιναγμὸς ἐμποδισθῃ. ε ἔτους Τῦβι ιβ. ἐρρῶσθαί σε εὔχομαι φίλτατε.