Ancient Greek
SB 20 15001
Documentary Papyri, SB 20 15001
Not analysed yet
……ουλυ… ἀδικοῦμαι ὑπὸ Τεττάφου τοῦ ἐπιστατοῦντος τὴν Λυσιμαχίδα. τῶι γὰρ ϛ ἔτει, ὡς αἱ πρόσοδοι, Παῦνι α παραγενόμενος ἐπὶ τὸ στιβεῖόν μου ἀπήιτει με ἱμάτιον ὃ ἐδεδώκει μοι πλῦναι Θασῶς ἡ τῶν ἐκ Λυσιμαχίδος ἰσιονόμος· ἐμοῦ δὲ ἀπαιτοῦντος αὐτὸν τὸν συγχωρηθέντα μισθόν, ὁ δὲ οὐθένα λόγον ποιησάμενος, ἀλλὰ ἐπιπηδήσας πρός με ἐν τῆι προγεγραμμένηι κώμηι μετὰ Μενίσκου καὶ Ξεννίου τὰς χεῖράς μοι προσήνεγκεν …πυγμαῖς καὶ λακτίσμασιν εἰς ὃ τύχοι μου μέρος τοῦ σώματος …παρέδωκέ με τοῖς φυλακίταις, ἱερομηνίας οὔσης ……εἰς Κροκοδίλων πόλιν τῆι γ τοῦ αὐτοῦ μηνός …Τέτταφος, ὧι ἐγκαλῶ, παραλαβὼν Πετεῦριν τὸν φυλακίτην καὶ …ου ἠρεύνων ζητοῦντές με ὅπως προσαποτυπανίσωσίν με, ἀλλʼ οὐχ εὑρόντες με διὰ τὸ ἐν Κροκοδίλων πόλει εἶναι ἐτήρουν ἕως τοῦ …καμυ…τ… …εἰς τὸ ἐργαστήριον. καὶ οὕτως Τέτταφος καὶ Ξεννίας καὶ Μένισκος καὶ Ἕρμιππος καὶ Π… …ἔχοντες ῥοπάλια εἰσῆλθον εἰς τὸ ἐργαστήριόν μου καὶ καθικόμενοί μου π… …διεσκόρπισαν τὴν ἐμπολὴν παρόντος Πετεύριος τοῦ φυλακίτου περὶ ὧν ἐπεμαρτυράμην. …καὶ ἐν τῆι παροινίαι διεφώνησε πολλὰ ὧν τὰ πλήθη ἀγνοῶ. Ποσειδώνιος δὲ ὁ οἰκονόμος ἐπέστειλε Ποσειδίωνι τῶι στρατηγῶι ἵνα γράφηι τῶι Τεττάφωι παραγενόμενον εἰς Κροκοδίλων πόλιν …διακριθῆναί μοι ἕως τοῦ νῦν οὐκ ἐκπε… ἀξιῶ σὲ δεόμενος, βασιλεῦ, προστάξαι Ποσειδίωνι τῶι στρατηγῶι ἐπιστεῖλαι τῶι Τεττάφωι παραγενέσθαι ἐπʼ αὐτὸν καὶ …αι γὰρ ἐμβαλεῖν εἰς τὴν κώμην …περὶ ὧν συντετέλεσται εἰς με, Ποσειδίωνα διαγνῶναι. ἐπιστροφῆς δὲ γενομένης καὶ ο… ἔσομαι, ἐάν σοι φαίνηται, τετευχὼς τῆς παρὰ σοῦ, βασιλεῦ, βοηθείας. εὐτύχει.