Ancient Greek
SB 3 6696
Documentary Papyri, SB 20 15010
Not analysed yet
Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτεως Ἀγχώφεως νεωτέρου Πανεφρέμεως μητρὸς Θασῆτος ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἱερέως γ φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου. ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Κομόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν. καταγίνομαι δὲ ἐν οἰκίᾳ ἰδίᾳ. εἰμὶ δὲ ὁ προγεγραμμένος Στοτοῆτις ἐτῶν μγ ἄσημος καὶ τὴν γυναῖκά μου Ταουῆτις Στοτοῆτις πρεσβυτέραν Πακύσεως μητρὸς Ἑριεῦτος ἐτῶν λγ καὶ τὰ ἐξ ἀμφοτέρων τέκνα Πανεφρέμεως ἐτῶν …καὶ Ἐ… Θασῆν ἐτῶν ϛ. ὑπάρχει μοι ἐν τῇ κώμῃ μέρη πατρικὰ καὶ μητρικὸν οἰκ… καὶ τῇ γυναικί μου Ταουῆτι μέρη πατρικὰ καὶ μητρικά. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν.