Ancient Greek
SB 20 15022
Documentary Papyri, SB 20 15022
Not analysed yet
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Ἁθὺρ ζ. ἐποίησεν ἐπὶ τὴν Τίτου Φλαουίου Δομιτιανοῦ τοῦ καὶ Ἀπολλω τράπεζαν εἰς τὸν Τιβερίων Κλαυδίων Πρωτάρχου καὶ Διον ἐπιτηρητῶν νομαρχίας λόγον Παυλῖνος ἐπιτηρητὴς πύλης Καινῆς ιη ἔτους διὰ Πανίσκου ἀραβοτοξότου δραχμὰς χιλίας τριακοσίας πεντήκοντα ὀκτὼ τετρώβολον, γίνονται δραχμαὶ Ατνη ὀβολοὶ 4.