Ancient Greek
SB 20 15033
Documentary Papyri, SB 20 15033
Not analysed yet
ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου λ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Τιβέριος Κλαύδιος Σαραπίων καὶ ὡς χρηματίζει τῶν ἠγορανομηκότων Ἀλεξανδρείας Θέωνι Εὐδαίμονος τοῦ Θέωνος μητρὸς Σαραπιάδος τῆς Σαραπίωνος τῶν ἀπὸ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ συνεστακέναι αὐτὸν κατὰ τήνδε τὴν ὁμολογίαν ἀπαιτήσοντα πάντα τὰ ὀφειλόμενα Ὀκταίᾳ Πολίττᾳ, ἧς ἐστιν ὁ ὁμολογῶν ἐπίτροπος …